Παρασκευή 14 Απριλίου 2023

Πῶς σε κηδεύσω Θεέ μου;

 


Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφῳ περιεβάλλετο καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο καὶ διερήγνυτο τοῦ ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ, Οἰκτίρμον; Μεγαλύνω τὰ πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου σὺν τῇ ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.